Mark 15 Greek in Tamil
- Καὶ εὐθὲως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ
- καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ Σὺ λέγεις
- καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο.
- ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν ἴδε πόσα σου καταμαρτυροῦσιν
- ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη ὥστε θαυμάζειν τὸν Πιλᾶτον
- Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὅνπερ ἠτοῦντο
- ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν
- καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεί ἐποίει αὐτοῖς
- ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων
- ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς
- οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς
- ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων
- οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν
- ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ κακόν ἐποίησεν οἱ δὲ περισσοτέρως ἔκραξαν Σταύρωσον αὐτόν
- ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ
- Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ὅ ἐστιν πραιτώριον καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν
- καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον·
- καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν Χαῖρε βασιλεῦ τῶν Ἰουδαίων·
- καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ
- καὶ ὅτε ἐνέπαιξαν αὐτῷ ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν
- Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ' ἀγροῦ τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ
- καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον ὅ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος
- καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβεν
- καὶ σταυρώσαντες αὐτὸν διεμερίζον τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ
- ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν
- καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη Ὁ βασιλεὺς τῶν Ἰουδαίων
- Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ
- καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη
- Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν
- σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ
- ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον Ἄλλους ἔσωσεν ἑαυτὸν οὐ δύναται σῶσαι·
- ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ ἵνα ἴδωμεν καὶ πιστεύσωμεν καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν
- γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης
- καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Ελωι ελωι λαμμᾶ σαβαχθανι ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου εἰς τί με ἐγκατέλιπές
- καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον Ἰδού, Ἠλίαν φωνεῖ
- δραμὼν δέ εἶς καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων, Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν
- ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν
- Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω
- Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως κράξας ἐξέπνευσεν εἶπεν Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν θεοῦ
- Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη
- αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ καὶ, ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα
- Καὶ ἤδη ὀψίας γενομένης ἐπεὶ ἦν παρασκευή ὅ ἐστιν προσάββατον
- ἦλθεν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
- ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν·
- καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ
- καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου
- ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται